Τὸ ἐν τῇ Τεχεράνῃ πρῶτον KFC μόνον τρεῖς ἡμέρας βιοῖ
4 Νοεμβρίου 2015
Τὸ ἐν τῇ Τεχεράνῃ πρῶτον KFC μόνον τρεῖς ἡμέρας βιοῖ
Ἐλέγετο ὅτι ἡ ἐνδοξοτάτη Ἀμερικανὴ ἐπιχείρησις ἑστιατορίων Kentucky Fried Chicken ὀψοπώλιον ἀνοίξειε ἐν τῇ Τεχεράνῃ, πολλοὶ δὲ πολῖται τοῦτο ἀκούσαντες ἐκεῖσε προσέβαινον... ἀλλὰ τὸ ὀψοπώλιον μόνον τρεῖς ἡμέρας ἀνεῳγμένον κατέμενεν, οἱ γὰρ φύλακες χθὲς τὸ ὀψοπώλιον κατέκλεισαν τῇ τρίτῃ ἡμέρᾳ ἐξ οὗ ἀνεῴχθη· ἡ αἰτία (ἴσως ἡ πρόφασις) ἥδε ἐστί, ὅτι τὸ κατάστημα ἐξουσίαν οὐκ ἔχοι. ὅμως δὲ νῦν ἴσμεν τοῦτο τὸ ὀψοπώλιον οὐ μὲν ἐξαρτώμενον ἐκ τῆς ἀληθοῦς ἐπιχειρέσεως KFC, μίμημα δὲ ὄν. λέγεται δὲ καὶ ὅτι ἡ ἀληθὴς αἰτία τυγχάνει πολιτικὴ οὖσα, οἱ γὰρ τοῦ Ἰρᾶν ἄρχοντες, πολιτικῶν αἰτιῶν ἕνεκα, οὐκ ἐθέλουσι ταῦτα τὰ Ἀμερικανὰ σύμβολα ἐν τῇ χώρᾳ ἰδεῖν· νεωστὶ δή, παραδείγματος ἕνεκα, ὁ τῆς Ἐργασίας Ὑπουργὸς Mahmoud Shokri εἶπεν ὅτι ἅτινα ἑστιατόρια Ἀμερικανὸν ὄνομα ἂν ἔχῃ εὐθὺς κλεισθήσεται.
autor: Juan Coderch fuente: akwn.net
No hay comentarios:
Publicar un comentario